Thucydides - Histories VII.pdf

(657 KB) Pobierz
Thucydidis historiae 7, unicode 1.0
]+[
ΠΗΓΗ: http://users.otenet.gr/∼aper/t2t.htm
Θουκυδίδου
ΙΣΤΟΡΙΩΝ Η
[7.1.1] Ὁ δὲ Γύλιππος καὶ ὁ Πυθὴν ἐκ τοῦ Τάραντος, ἐπεὶ
ἐπεσκεύασαν τὰς ναῦς, παρέπλευσαν ἐς Λοκροὺς τοὺς Ἐπι-
ζεφυρίους· καὶ πυνθανόµενοι σαφέστερον ἤδη ὅτι οὐ παντελῶς
πω ἀποτετειχισµέναι αἱ Συράκουσαί εἰσιν, ἀλλ' ἔτι οἷόν τε
κατὰ τὰς Ἐπιπολὰς στρατιᾷ ἀφικοµένους ἐσελθεῖν, ἐβου-
λεύοντο εἴτ' ἐν δεξιᾷ λαβόντες τὴν Σικελίαν διακινδυνεύσωσιν
ἐσπλεῦσαι, εἴτ' ἐν ἀριστερᾷ ἐς Ἱµέραν πρῶτον πλεύσαντες
καὶ αὐτούς τε ἐκείνους καὶ στρατιὰν ἄλλην προσλαβόντες,
[7.1.2] οὓς ἂν πείθωσι, κατὰ γῆν ἔλθωσιν. καὶ ἔδοξεν αὐτοῖς ἐπὶ
τῆς Ἱµέρας πλεῖν, ἄλλως τε καὶ τῶν Ἀττικῶν τεσσάρων
νεῶν οὔπω παρουσῶν ἐν τῷ Ῥηγίῳ, ἃς ὁ Νικίας ὅµως πυν-
θανόµενος αὐτοὺς ἐν Λακροῖς εἶναι ἀπέστειλεν. φθάσαντες
δὲ τὴν φυλακὴν ταύτην περαιοῦνται διὰ τοῦ πορθµοῦ, καὶ
[7.1.3] σχόντες Ῥηγίῳ καὶ Μεσσήνῃ ἀφικνοῦνται ἐς Ἱµέραν. ἐκεῖ
δὲ ὄντες τούς τε Ἱµεραίους ἔπεισαν ξυµπολεµεῖν καὶ αὐτούς
τε ἕπεσθαι καὶ τοῖς ἐκ τῶν νεῶν τῶν σφετέρων ναύταις ὅσοι µὴ
εἶχον ὅπλα παρασχεῖν (τὰς γὰρ ναῦς ἀνείλκυσαν ἐν Ἱµέρᾳ),
καὶ τοὺς Σελινουντίους πέµψαντες ἐκέλευον ἀπαντᾶν παν-
[7.1.4] στρατιᾷ ἔς τι χωρίον. πέµψειν δέ τινα αὐτοῖς ὑπέσχοντο
στρατιὰν οὐ πολλὴν καὶ οἱ Γελῷοι καὶ τῶν Σικελῶν τινές,
οἳ πολὺ προθυµότερον προσχωρεῖν ἑτοῖµοι ἦσαν τοῦ τε
Ἀρχωνίδου νεωστὶ τεθνηκότος, ὃς τῶν ταύτῃ Σικελῶν βασι-
λεύων τινῶν καὶ ὢν οὐκ ἀδύνατος τοῖς Ἀθηναίοις φίλος ἦν,
καὶ τοῦ Γυλίππου ἐκ Λακεδαίµονος προθύµως δοκοῦντος ἥκειν.
[7.1.5] καὶ ὁ µὲν Γύλιππος ἀναλαβὼν τῶν τε σφετέρων ναυτῶν καὶ
ἐπιβατῶν τοὺς ὡπλισµένους ἑπτακοσίους µάλιστα, Ἱµεραίους
δὲ ὁπλίτας καὶ ψιλοὺς ξυναµφοτέρους χιλίους καὶ ἱππέας
ἑκατὸν καὶ Σελινουντίων τέ τινας ψιλοὺς καὶ ἱππέας καὶ
Γελῴων ὀλίγους, Σικελῶν τε ἐς χιλίους τοὺς πάντας, ἐχώρει
[7.2.1] πρὸς τὰς Συρακούσας· οἱ δ' ἐκ τῆς Λευκάδος Κορίνθιοι ταῖς
τε ἄλλαις ναυσὶν ὡς εἶχον τάχους ἐβοήθουν καὶ Γογγύλος,
εἷς τῶν Κορινθίων ἀρχόντων, µιᾷ νηὶ τελευταῖος ὁρµηθεὶς
πρῶτος µὲν ἀφικνεῖται ἐς τὰς Συρακούσας, ὀλίγον δὲ πρὸ
Γυλίππου, καὶ καταλαβὼν αὐτοὺς περὶ ἀπαλλαγῆς τοῦ πολέµου
µέλλοντας ἐκκλησιάσειν διεκώλυσέ τε καὶ παρεθάρσυνε,
λέγων ὅτι νῆές τε ἄλλαι ἔτι προσπλέουσι καὶ Γύλιππος ὁ
1
[7.2.2] Κλεανδρίδου Λακεδαιµονίων ἀποστειλάντων ἄρχων. καὶ οἱ
µὲν Συρακόσιοι ἐπερρώσθησάν τε καὶ τῷ Γυλίππῳ εὐθὺς
πανστρατιᾷ ὡς ἀπαντησόµενοι ἐξῆλθον· ἤδη γὰρ καὶ ἐγγὺς
[7.2.3] ὄντα ᾐσθάνοντο αὐτόν. ὁ δὲ Ἰέτας τότε τι τεῖχος ἐν τῇ
παρόδῳ τῶν Σικελῶν ἑλὼν καὶ ξυνταξάµενος ὡς ἐς µάχην
ἀφικνεῖται ἐς τὰς Ἐπιπολάς· καὶ ἀναβὰς κατὰ τὸν Εὐρύηλον,
ᾗπερ καὶ οἱ Ἀθηναῖοι τὸ πρῶτον, ἐχώρει µετὰ τῶν Συρακο-
[7.2.4] σίων ἐπὶ τὸ τείχισµα τῶν Ἀθηναίων. ἔτυχε δὲ κατὰ τοῦτο
τοῦ καιροῦ ἐλθὼν ἐν ᾧ ἑπτὰ µὲν ἢ ὀκτὼ σταδίων ἤδη ἀπε-
τετέλεστο τοῖς Ἀθηναίοις ἐς τὸν µέγαν λιµένα διπλοῦν τεῖχος,
πλὴν κατὰ βραχύ τι τὸ πρὸς τὴν θάλασσαν (τοῦτο δ' ἔτι
ᾠκοδόµουν), τῷ δὲ ἄλλῳ τοῦ κύκλου πρὸς τὸν Τρωγίλον ἐπὶ
τὴν ἑτέραν θάλασσαν λίθοι τε παραβεβληµένοι τῷ πλέονι ἤδη
ἦσαν, καὶ ἔστιν ἃ καὶ ἡµίεργα, τὰ δὲ καὶ ἐξειργασµένα κατελέ-
λειπτο. παρὰ τοσοῦτον µὲν αἱ Συράκουσαι ἦλθον κινδύνου.
[7.3.1] Οἱ δὲ Ἀθηναῖοι αἰφνιδίως τοῦ τε Γυλίππου καὶ τῶν
Συρακοσίων σφίσιν ἐπιόντων ἐθορυβήθησαν µὲν τὸ πρῶτον,
παρετάξαντο δέ. ὁ δὲ θέµενος τὰ ὅπλα ἐγγὺς κήρυκα προσ-
πέµπει αὐτοῖς λέγοντα, εἰ βούλονται ἐξιέναι ἐκ τῆς Σικελίας
πέντε ἡµερῶν λαβόντες τὰ σφέτερα αὐτῶν, ἑτοῖµος εἶναι
[7.3.2] σπένδεσθαι. οἱ δ' ἐν ὀλιγωρίᾳ τε ἐποιοῦντο καὶ οὐδὲν
ἀποκρινάµενοι ἀπέπεµψαν. καὶ µετὰ τοῦτο ἀντιπαρεσκευά-
[7.3.3] ζοντο ἀλλήλοις ὡς ἐς µάχην. καὶ ὁ Γύλιππος ὁρῶν τοὺς
Συρακοσίους ταρασσοµένους καὶ οὐ ῥᾳδίως ξυντασσοµένους,
ἐπανῆγε τὸ στρατόπεδον ἐς τὴν εὐρυχωρίαν µᾶλλον. καὶ ὁ
Νικίας οὐκ ἐπῆγε τοὺς Ἀθηναίους, ἀλλ' ἡσύχαζε πρὸς τῷ
ἑαυτῶν τείχει. ὡς δ' ἔγνω ὁ Γύλιππος οὐ προσιόντας αὐτούς,
ἀπήγαγε τὴν στρατιὰν ἐπὶ τὴν ἄκραν τὴν Τεµενῖτιν καλου-
[7.3.4] µένην, καὶ αὐτοῦ ηὐλίσαντο. τῇ δ' ὑστεραίᾳ ἄγων τὴν µὲν
πλείστην τῆς στρατιᾶς παρέταξε πρὸς τὰ τείχη τῶν Ἀθη-
ναίων, ὅπως µὴ ἐπιβοηθοῖεν ἄλλοσε, µέρος δέ τι πέµψας
πρὸς τὸ φρούριον τὸ Λάβδαλον αἱρεῖ, καὶ ὅσους ἔλαβεν ἐν
αὐτῷ πάντας ἀπέκτεινεν· ἦν δὲ οὐκ ἐπιφανὲς τοῖς Ἀθηναίοις
[7.3.5] τὸ χωρίον. καὶ τριήρης τῇ αὐτῇ ἡµέρᾳ ἁλίσκεται τῶν Ἀθη-
ναίων ὑπὸ τῶν Συρακοσίων ἐφορµοῦσα τῷ λιµένι.
[7.4.1] Καὶ µετὰ ταῦτα ἐτείχιζον οἱ Συρακόσιοι καὶ οἱ ξύµµαχοι
διὰ τῶν Ἐπιπολῶν ἀπὸ τῆς πόλεως ἀρξάµενοι ἄνω πρὸς τὸ *
ἐγκάρσιον τεῖχος ἁπλοῦν, ὅπως οἱ Ἀθηναῖοι, εἰ µὴ δύναιντο
[7.4.2] κωλῦσαι, µηκέτι οἷοί τε ὦσιν ἀποτειχίσαι. καὶ οἵ τε
Ἀθηναῖοι ἀνεβεβήκεσαν ἤδη ἄνω, τὸ ἐπὶ θαλάσσῃ τεῖχος
ἐπιτελέσαντες, καὶ ὁ Γύλιππος (ἦν γάρ τι τοῖς Ἀθηναίοις
τοῦ τείχους ἀσθενές) νυκτὸς ἀναλαβὼν τὴν στρατιὰν ἐπῄει
[7.4.3] πρὸς αὐτό. οἱ δ' Ἀθηναῖοι (ἔτυχον γὰρ ἔξω αὐλιζόµενοι)
ὡς ᾔσθοντο, ἀντεπῇσαν· ὁ δὲ γνοὺς κατὰ τάχος ἀπήγαγε
τοὺς σφετέρους πάλιν. ἐποικοδοµήσαντες δὲ αὐτὸ οἱ Ἀθη-
ναῖοι ὑψηλότερον αὐτοὶ µὲν ταύτῃ ἐφύλασσον, τοὺς δὲ ἄλλους
ξυµµάχους κατὰ τὸ ἄλλο τείχισµα ἤδη διέταξαν, ᾗπερ ἔµελλον
ἕκαστοι φρουρεῖν.
[7.4.4] Τῷ δὲ Νικίᾳ ἐδόκει τὸ Πληµµύριον καλούµενον τειχίσαι·
ἔστι δὲ ἄκρα ἀντιπέρας τῆς πόλεως, ἥπερ προύχουσα τοῦ
µεγάλου λιµένος τὸ στόµα στενὸν ποιεῖ, καὶ εἰ τειχισθείη,
2
ῥᾴων αὐτῷ ἐφαίνετο ἡ ἐσκοµιδὴ τῶν ἐπιτηδείων ἔσεσθαι·
δι' ἐλάσσονος γὰρ πρὸς τῷ λιµένι τῷ τῶν Συρακοσίων
ἐφορµήσειν σφᾶς, καὶ οὐχ ὥσπερ νῦν ἐκ µυχοῦ τοῦ λιµένος
τὰς ἐπαναγωγὰς ποιήσεσθαι, ἤν τι ναυτικῷ κινῶνται. προσ-
εῖχέ τε ἤδη µᾶλλον τῷ κατὰ θάλασσαν πολέµῳ, ὁρῶν τὰ
ἐκ τῆς γῆς σφίσιν ἤδη, ἐπειδὴ Γύλιππος ἧκεν, ἀνελπιστότερα
[7.4.5] ὄντα. διακοµίσας οὖν στρατιὰν καὶ τὰς ναῦς ἐξετείχισε
τρία φρούρια· καὶ ἐν αὐτοῖς τά τε σκεύη τὰ πλεῖστα ἔκειτο
καὶ τὰ πλοῖα ἤδη ἐκεῖ τὰ µεγάλα ὥρµει καὶ αἱ ταχεῖαι νῆες.
[7.4.6] ὥστε καὶ τῶν πληρωµάτων οὐχ ἥκιστα τότε πρῶτον κάκωσις
ἐγένετο· τῷ τε γὰρ ὕδατι σπανίῳ χρώµενοι καὶ οὐκ ἐγγύθεν,
καὶ ἐπὶ φρυγανισµὸν ἅµα ὁπότε ἐξέλθοιεν οἱ ναῦται, ὑπὸ
τῶν ἱππέων τῶν Συρακοσίων κρατούντων τῆς γῆς διεφθεί-
ροντο· τρίτον γὰρ µέρος τῶν ἱππέων τοῖς Συρακοσίοις διὰ
τοὺς ἐν τῷ Πληµµυρίῳ, ἵνα µὴ κακουργήσοντες ἐξίοιεν, ἐπὶ
[7.4.7] τῇ ἐν τῷ Ὀλυµπιείῳ πολίχνῃ ἐτετάχατο. ἐπυνθάνετο δὲ
καὶ τὰς λοιπὰς τῶν Κορινθίων ναῦς προσπλεούσας ὁ Νικίας·
καὶ πέµπει ἐς φυλακὴν αὐτῶν εἴκοσι ναῦς, αἷς εἴρητο περί
τε Λοκροὺς καὶ Ῥήγιον καὶ τὴν προσβολὴν τῆς Σικελίας
ναυλοχεῖν αὐτάς.
[7.5.1] Ὁ δὲ Γύλιππος ἅµα µὲν ἐτείχιζε τὸ διὰ τῶν Ἐπιπολῶν
τεῖχος, τοῖς λίθοις χρώµενος οὓς οἱ Ἀθηναῖοι προπαρε-
βάλοντο σφίσιν, ἅµα δὲ παρέτασσεν ἐξάγων αἰεὶ πρὸ τοῦ
τειχίσµατος τοὺς Συρακοσίους καὶ τοὺς ξυµµάχους· καὶ οἱ
[7.5.2] Ἀθηναῖοι ἀντιπαρετάσσοντο. ἐπειδὴ δὲ ἔδοξε τῷ Γυλίππῳ
καιρὸς εἶναι, ἦρχε τῆς ἐφόδου· καὶ ἐν χερσὶ γενόµενοι
ἐµάχοντο µεταξὺ τῶν τειχισµάτων, ᾗ τῆς ἵππου τῶν Συρα-
[7.5.3] κοσίων οὐδεµία χρῆσις ἦν. καὶ νικηθέντων τῶν Συρακοσίων
καὶ τῶν ξυµµάχων καὶ νεκροὺς ὑποσπόνδους ἀνελοµένων καὶ
τῶν Ἀθηναίων τροπαῖον στησάντων, ὁ Γύλιππος ξυγκαλέσας
τὸ στράτευµα οὐκ ἔφη τὸ ἁµάρτηµα ἐκείνων, ἀλλ' ἑαυτοῦ
γενέσθαι· τῆς γὰρ ἵππου καὶ τῶν ἀκοντιστῶν τὴν ὠφελίαν
τῇ τάξει ἐντὸς λίαν τῶν τειχῶν ποιήσας ἀφελέσθαι· νῦν
[7.5.4] οὖν αὖθις ἐπάξειν. καὶ διανοεῖσθαι οὕτως ἐκέλευεν αὐτοὺς
ὡς τῇ µὲν παρασκευῇ οὐκ ἔλασσον ἕξοντας, τῇ δὲ γνώµῃ
οὐκ ἀνεκτὸν ἐσόµενον εἰ µὴ ἀξιώσουσι Πελοποννήσιοί τε
ὄντες καὶ ∆ωριῆς Ἰώνων καὶ νησιωτῶν καὶ ξυγκλύδων
[7.6.1] ἀνθρώπων κρατήσαντες ἐξελάσασθαι ἐκ τῆς χώρας. καὶ
µετὰ ταῦτα, ἐπειδὴ καιρὸς ἦν, αὖθις ἐπῆγεν αὐτούς. ὁ δὲ
Νικίας καὶ οἱ Ἀθηναῖοι νοµίζοντες, καὶ εἰ ἐκεῖνοι µὴ ἐθέλοιεν
µάχης ἄρχειν, ἀναγκαῖον εἶναι σφίσι µὴ περιορᾶν παροι-
κοδοµούµενον τὸ τεῖχος (ἤδη γὰρ καὶ ὅσον οὐ παρεληλύθει
τὴν τῶν Ἀθηναίων τοῦ τείχους τελευτὴν ἡ ἐκείνων τείχισις,
καί, εἰ προέλθοι, ταὐτὸν ἤδη ἐποίει αὐτοῖς νικᾶν τε µαχοµένοις
διὰ παντὸς καὶ µηδὲ µάχεσθαι), ἀντεπῇσαν οὖν τοῖς Συρα-
[7.6.2] κοσίοις. καὶ ὁ Γύλιππος τοὺς µὲν ὁπλίτας ἔξω τῶν τειχῶν
µᾶλλον ἢ πρότερον προαγαγὼν ξυνέµισγεν αὐτοῖς, τοὺς δ'
ἱππέας καὶ τοὺς ἀκοντιστὰς ἐκ πλαγίου τάξας τῶν Ἀθηναίων
κατὰ τὴν εὐρυχωρίαν, ᾗ τῶν τειχῶν ἀµφοτέρων αἱ ἐργασίαι
[7.6.3] ἔληγον. καὶ προσβαλόντες οἱ ἱππῆς ἐν τῇ µάχῃ τῷ εὐωνύµῳ
κέρᾳ τῶν Ἀθηναίων, ὅπερ κατ' αὐτοὺς ἦν, ἔτρεψαν· καὶ δι'
3
αὐτὸ καὶ τὸ ἄλλο στράτευµα νικηθὲν ὑπὸ τῶν Συρακοσίων
[7.6.4] κατηράχθη ἐς τὰ τειχίσµατα. καὶ τῇ ἐπιούσῃ νυκτὶ ἔφθασαν
παροικοδοµήσαντες καὶ παρελθόντες τὴν τῶν Ἀθηναίων οἰκο-
δοµίαν, ὥστε µηκέτι µήτε αὐτοὶ κωλύεσθαι ὑπ' αὐτῶν,
ἐκείνους τε καὶ παντάπασιν ἀπεστερηκέναι, εἰ καὶ κρατοῖεν,
µὴ ἂν ἔτι σφᾶς ἀποτειχίσαι.
[7.7.1] Μετὰ δὲ τοῦτο αἵ τε τῶν Κορινθίων νῆες καὶ Ἀµπρακιωτῶν
καὶ Λευκαδίων ἐσέπλευσαν αἱ ὑπόλοιποι δώδεκα, λαθοῦσαι
τὴν τῶν Ἀθηναίων φυλακήν (ἦρχε δ' αὐτῶν Ἐρασινίδης
Κορίνθιος), καὶ ξυνετείχισαν τὸ λοιπὸν τοῖς Συρακοσίοις
[7.7.2] µέχρι * τοῦ ἐγκαρσίου τείχους. καὶ ὁ Γύλιππος ἐς τὴν
ἄλλην Σικελίαν ἐπὶ στρατιάν τε ᾤχετο, καὶ ναυτικὴν καὶ
πεζὴν ξυλλέξων, καὶ τῶν πόλεων ἅµα προσαξόµενος εἴ τις
ἢ µὴ πρόθυµος ἦν ἢ παντάπασιν ἔτι ἀφειστήκει τοῦ πολέµου.
[7.7.3] πρέσβεις τε ἄλλοι τῶν Συρακοσίων καὶ Κορινθίων ἐς Λακε-
δαίµονα καὶ Κόρινθον ἀπεστάλησαν, ὅπως στρατιὰ ἔτι
περαιωθῇ τρόπῳ ᾧ ἂν ἐν ὁλκάσιν ἢ πλοίοις ἢ ἄλλως ὅπως
[7.7.4] ἂν προχωρῇ, ὡς καὶ τῶν Ἀθηναίων ἐπιµεταπεµποµένων. οἵ
τε Συρακόσιοι ναυτικὸν ἐπλήρουν καὶ ἀνεπειρῶντο ὡς καὶ
τούτῳ ἐπιχειρήσοντες, καὶ ἐς τἆλλα πολὺ ἐπέρρωντο.
[7.8.1] Ὁ δὲ Νικίας αἰσθόµενος τοῦτο καὶ ὁρῶν καθ' ἡµέραν
ἐπιδιδοῦσαν τήν τε τῶν πολεµίων ἰσχὺν καὶ τὴν σφετέραν
ἀπορίαν, ἔπεµπε καὶ αὐτὸς ἐς τὰς Ἀθήνας ἀγγέλλων πολλάκις
µὲν καὶ ἄλλοτε καθ' ἕκαστα τῶν γιγνοµένων, µάλιστα δὲ καὶ
τότε, νοµίζων ἐν δεινοῖς τε εἶναι καί, εἰ µὴ ὡς τάχιστα ἢ
σφᾶς µεταπέµψουσιν ἢ ἄλλους µὴ ὀλίγους ἀποστελοῦσιν,
[7.8.2] οὐδεµίαν εἶναι σωτηρίαν. φοβούµενος δὲ µὴ οἱ πεµπόµενοι
ἢ κατὰ τὴν τοῦ λέγειν ἀδυνασίαν ἢ καὶ µνήµης ἐλλιπεῖς
γιγνόµενοι ἢ τῷ ὄχλῳ πρὸς χάριν τι λέγοντες οὐ τὰ
ὄντα ἀπαγγέλλωσιν, ἔγραψεν ἐπιστολήν, νοµίζων οὕτως ἂν
µάλιστα τὴν αὑτοῦ γνώµην µηδὲν ἐν τῷ ἀγγέλῳ ἀφανισθεῖσαν
µαθόντας τοὺς Ἀθηναίους βουλεύσασθαι περὶ τῆς ἀληθείας.
[7.8.3] καὶ οἱ µὲν ᾤχοντο φέροντες, οὓς ἀπέστειλε, τὰ γράµµατα
καὶ ὅσα ἔδει αὐτοὺς εἰπεῖν· ὁ δὲ τὰ κατὰ τὸ στρατόπεδον
διὰ φυλακῆς µᾶλλον ἤδη ἔχων ἢ δι' ἑκουσίων κινδύνων
ἐπεµέλετο.
[7.9.1] Ἐν δὲ τῷ αὐτῷ θέρει τελευτῶντι καὶ Εὐετίων στρατηγὸς
Ἀθηναίων µετὰ Περδίκκου στρατεύσας ἐπ' Ἀµφίπολιν Θρᾳξὶ
πολλοῖς τὴν µὲν πόλιν οὐχ εἷλεν, ἐς δὲ τὸν Στρυµόνα περι-
[7.9.1.4] κοµίσας τριήρεις ἐκ τοῦ ποταµοῦ ἐπολιόρκει ὁρµώµενος ἐξ
Ἱµεραίου. καὶ τὸ θέρος ἐτελεύτα.
[7.10.1] Τοῦ δ' ἐπιγιγνοµένου χειµῶνος ἥκοντες ἐς τὰς Ἀθήνας οἱ
παρὰ τοῦ Νικίου ὅσα τε ἀπὸ γλώσσης εἴρητο αὐτοῖς εἶπον,
καὶ εἴ τίς τι ἐπηρώτα ἀπεκρίνοντο, καὶ τὴν ἐπιστολὴν ἀπ-
έδοσαν. ὁ δὲ γραµµατεὺς ὁ τῆς πόλεως παρελθὼν ἀνέγνω
τοῖς Ἀθηναίοις δηλοῦσαν τοιάδε.
[7.11.1] ’Τὰ µὲν πρότερον πραχθέντα, ὦ Ἀθηναῖοι, ἐν ἄλλαις
πολλαῖς ἐπιστολαῖς ἴστε· νῦν δὲ καιρὸς οὐχ ἧσσον µαθόντας
[7.11.2] ὑµᾶς ἐν ᾧ ἐσµὲν βουλεύσασθαι. κρατησάντων γὰρ ἡµῶν
µάχαις ταῖς πλέοσι Συρακοσίους ἐφ' οὓς ἐπέµφθηµεν καὶ τὰ
τείχη οἰκοδοµησαµένων ἐν οἷσπερ νῦν ἐσµέν, ἦλθε Γύλιππος
4
Λακεδαιµόνιος στρατιὰν ἔχων ἔκ τε Πελοποννήσου καὶ ἀπὸ
τῶν ἐν Σικελίᾳ πόλεων ἔστιν ὧν. καὶ µάχῃ τῇ µὲν πρώτῃ
νικᾶται ὑφ' ἡµῶν, τῇ δ' ὑστεραίᾳ ἱππεῦσί τε πολλοῖς καὶ
[7.11.3] ἀκοντισταῖς βιασθέντες ἀνεχωρήσαµεν ἐς τὰ τείχη. νῦν οὖν
ἡµεῖς µὲν παυσάµενοι τοῦ περιτειχισµοῦ διὰ τὸ πλῆθος τῶν
ἐναντίων ἡσυχάζοµεν (οὐδὲ γὰρ ξυµπάσῃ τῇ στρατιᾷ δυναίµεθ'
ἂν χρήσασθαι ἀπανηλωκυίας τῆς φυλακῆς τῶν τειχῶν µέρος
τι τοῦ ὁπλιτικοῦ)· οἱ δὲ παρῳκοδοµήκασιν ἡµῖν τεῖχος ἁπλοῦν,
ὥστε µὴ εἶναι ἔτι περιτειχίσαι αὐτούς, ἢν µή τις τὸ παρα-
[7.11.4] τείχισµα τοῦτο πολλῇ στρατιᾷ ἐπελθὼν ἕλῃ. ξυµβέβηκέ
τε πολιορκεῖν δοκοῦντας ἡµᾶς ἄλλους αὐτοὺς µᾶλλον, ὅσα γε
κατὰ γῆν, τοῦτο πάσχειν· οὐδὲ γὰρ τῆς χώρας ἐπὶ πολὺ διὰ
τοὺς ἱππέας ἐξερχόµεθα.
[7.12.1] ‘Πεπόµφασι δὲ καὶ ἐς Πελοπόννησον πρέσβεις ἐπ' ἄλλην
στρατιάν, καὶ ἐς τὰς ἐν Σικελίᾳ πόλεις Γύλιππος οἴχεται,
τὰς µὲν καὶ πείσων ξυµπολεµεῖν ὅσαι νῦν ἡσυχάζουσιν, ἀπὸ
δὲ τῶν καὶ στρατιὰν ἔτι πεζὴν καὶ ναυτικοῦ παρασκευήν, ἢν
[7.12.2] δύνηται, ἄξων. διανοοῦνται γάρ, ὡς ἐγὼ πυνθάνοµαι, τῷ
τε πεζῷ ἅµα τῶν τειχῶν ἡµῶν πειρᾶν καὶ ταῖς ναυσὶ κατὰ
[7.12.3] θάλασσαν. καὶ δεινὸν µηδενὶ ὑµῶν δόξῃ εἶναι ὅτι καὶ
κατὰ θάλασσαν. τὸ γὰρ ναυτικὸν ἡµῶν, ὅπερ κἀκεῖνοι
πυνθάνονται, τὸ µὲν πρῶτον ἤκµαζε καὶ τῶν νεῶν τῇ ξηρότητι
καὶ τῶν πληρωµάτων τῇ σωτηρίᾳ· νῦν δὲ αἵ τε νῆες διά-
βροχοι τοσοῦτον χρόνον ἤδη θαλασσεύουσαι, καὶ τὰ πληρώ-
[7.12.4] µατα ἔφθαρται. τὰς µὲν γὰρ ναῦς οὐκ ἔστιν ἀνελκύσαντας
διαψύξαι διὰ τὸ ἀντιπάλους τῷ πλήθει καὶ ἔτι πλείους τὰς
τῶν πολεµίων οὔσας αἰεὶ προσδοκίαν παρέχειν ὡς ἐπιπλεύ-
[7.12.5] σονται. φανεραὶ δ' εἰσὶν ἀναπειρώµεναι, καὶ αἱ ἐπιχειρήσεις
ἐπ' ἐκείνοις καὶ ἀποξηρᾶναι τὰς σφετέρας µᾶλλον ἐξουσία·
[7.13.1] οὐ γὰρ ἐφορµοῦσιν ἄλλοις. ἡµῖν δ' ἐκ πολλῆς ἂν περιουσίας
νεῶν µόλις τοῦτο ὑπῆρχε καὶ µὴ ἀναγκαζοµένοις ὥσπερ
νῦν πάσαις φυλάσσειν· εἰ γὰρ ἀφαιρήσοµέν τι καὶ βραχὺ
τῆς τηρήσεως, τὰ ἐπιτήδεια οὐχ ἕξοµεν, παρὰ τὴν ἐκείνων
[7.13.2] πόλιν χαλεπῶς καὶ νῦν ἐσκοµιζόµενοι. τὰ δὲ πληρώµατα
διὰ τόδε ἐφθάρη τε ἡµῖν καὶ ἔτι νῦν φθείρεται, τῶν ναυτῶν
[τῶν] µὲν διὰ φρυγανισµὸν καὶ ἁρπαγὴν καὶ ὑδρείαν µακρὰν
ὑπὸ τῶν ἱππέων ἀπολλυµένων· οἱ δὲ θεράποντες, ἐπειδὴ ἐς
ἀντίπαλα καθεστήκαµεν, αὐτοµολοῦσι, καὶ οἱ ξένοι οἱ µὲν
ἀναγκαστοὶ ἐσβάντες εὐθὺς κατὰ τὰς πόλεις ἀποχωροῦσιν,
οἱ δὲ ὑπὸ µεγάλου µισθοῦ τὸ πρῶτον ἐπαρθέντες καὶ οἰόµενοι
χρηµατιεῖσθαι µᾶλλον ἢ µαχεῖσθαι, ἐπειδὴ παρὰ γνώµην
ναυτικόν τε δὴ καὶ τἆλλα ἀπὸ τῶν πολεµίων ἀνθεστῶτα
ὁρῶσιν, οἱ µὲν ἐπ' αὐτοµολίας προφάσει ἀπέρχονται, οἱ δὲ
ὡς ἕκαστοι δύνανται (πολλὴ δ' ἡ Σικελία), εἰσὶ δ' οἳ καὶ
αὐτοὶ ἐµπορευόµενοι ἀνδράποδα Ὑκκαρικὰ ἀντεµβιβάσαι ὑπὲρ
σφῶν πείσαντες τοὺς τριηράρχους τὴν ἀκρίβειαν τοῦ ναυτικοῦ
[7.14.1] ἀφῄρηνται. ἐπισταµένοις δ' ὑµῖν γράφω ὅτι βραχεῖα ἀκµὴ
πληρώµατος καὶ ὀλίγοι τῶν ναυτῶν οἱ ἐξορµῶντές τε ναῦν
[7.14.2] καὶ ξυνέχοντες τὴν εἰρεσίαν. τούτων δὲ πάντων ἀπορώτατον
τό τε µὴ οἷόν τε εἶναι ταῦτα ἐµοὶ κωλῦσαι τῷ στρατηγῷ
(χαλεπαὶ γὰρ αἱ ὑµέτεραι φύσεις ἄρξαι) καὶ ὅτι οὐδ' ὁπόθεν
5
Zgłoś jeśli naruszono regulamin